Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 27.32 Dem. 27.35 (English) >>Dem. 27.38

27.34ἔτι τοίνυν, ἄνδρες δικασταί, παρὰ τὸν λόγον ὃν ἀποφέρουσιν, ἐξ ὧν αὐτοὶ λαβεῖν ὁμολογοῦσιν, ἐπιδείξω ὑμῖν τρεῖς μὲν ὄντας αὐτοὺς πλέον ὀκτὼ τάλαντʼ ἐκ τῶν ἐμῶν ἔχοντας, ἰδίᾳ δʼ ἐκ τούτων Ἄφοβον τρία τάλαντα καὶ χιλίας εἰληφότα, τά τʼ ἀνηλωμένα χωρὶς τούτων πλείω τιθεὶς καὶ ὅσʼ ἐκ τούτων ἀπέδοσαν ἀφαιρῶν, ἵνʼ εἰδῆθʼ ὅτι οὐ μικρᾶς ἀναιδείας τὰ ἐγχειρήματʼ αὐτῶν ἐστίν. 27.35λαβεῖν γὰρ ἐκ τῶν ἐμῶν ὁμολογοῦσιν οὗτος μὲν ὀκτὼ καὶ ἑκατὸν μνᾶς, χωρὶς ὧν ἔχοντʼ αὐτὸν ἐγὼ ἐπιδείξω νῦν, Θηριππίδης δὲ δύο τάλαντα, Δημοφῶν δʼ ἑπτὰ καὶ ὀγδοήκοντα μνᾶς. τοῦτο δʼ ἐστὶ πέντε τάλαντα καὶ πεντεκαίδεκα μναῖ. τούτου τοίνυν μὲν οὐχ ἅθρουν ἐλήφθη, σχεδόν εἰσιν ἑβδομήκοντα μναῖ καὶ ἑπτά, πρόσοδος ἀπὸ τῶν ἀνδραπόδων, δʼ εὐθὺς ἔλαβον οὗτοι, μικροῦ δέοντα τέτταρα τάλαντα· οἷς τὸ ἔργον ἂν προσθῆτʼ ἐπὶ δραχμῇ μόνον τῶν δέκʼ ἐτῶν, ὀκτὼ τάλανθʼ εὑρήσετε σὺν τοῖς ἀρχαίοις καὶ χιλίας γιγνομένας. 27.36τὴν μὲν τοίνυν τροφὴν ἀπὸ τῶν ἑβδομήκοντα μνῶν καὶ ἑπτὰ λογιστέον τῶν ἀπὸ τοῦ ἐργαστηρίου γενομένων. Θηριππίδης γὰρ ἑπτὰ μνᾶς ἐδίδου καθʼ ἕκαστον τὸν ἐνιαυτὸν εἰς ταῦτα, καὶ ἡμεῖς τοῦτο λαβεῖν ὁμολογοῦμεν. ὥσθʼ ἑβδομήκοντα μνῶν ἐν τοῖς δέκʼ ἔτεσιν τροφὴν τούτων ἡμῖν ἀνηλωκότων, τὸ περιὸν τὰς ἑπτακοσίας προστίθημʼ αὐτοῖς, καὶ τούτων πλείω εἰμὶ τεθηκώς. δʼ ἐμοὶ δοκιμασθέντι παρέδοσαν καὶ ὅσον εἰς τὴν πόλιν εἰσενηνόχασιν, τοῦτʼ ἀπὸ τῶν ὀκτὼ ταλάντων καὶ τοῦ προσόντος ἀφαιρετέον ἐστίν.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 27.32 Dem. 27.35 (English) >>Dem. 27.38

Powered by PhiloLogic